Ancient Greek
P.Mich. 5 257
Documentary Papyri, P.Mich. 5 257
Not analysed yet
ιϛ ἔτους Φαρμοῦθι κθ Διδύμη Πετεσούχου Χαμβούχιος μετὰ κυρίου τοῦ ἀνδρός μου Ἁρπουώνσιος Ὀρσεῦτος ὁμολογῶ πεπρακέναι Μαρῆτι Διονυσίου Καμβούχιος τὸ ἐπιβάλλον μοι μέρος τρίτον ἀπὸ τετάρτου μέρους οἰκίας τριστέγου καὶ αὐλῆς καὶ τῶν συνκυρώντων πάντων ἐν Ταλεὶ κοινῶν καὶ ἀδιαιρέτων, ὧν γείτονες τῆς ὅλης οἰκίας καὶ αὐλῆς, τῆς μὲν οἰκίας νότου Πετερμούθιος τοῦ Ὀρσεῦτος χαλκέως οἰκία, τῆς δὲ αὐλῆς Ζήνωνος τοῦ Πτολεμαίου αὐλή, βορρᾶ Ἀνουβίωνος καὶ τοῦ ἀδελφοῦ γναφέως οἰκία, λιβὸς Ζήνονος τοῦ Πτολεμαίου αὐλή, ἀπηλιώτου ῥύμη βασιλική. καὶ ἀπέχω παρὰ τοῦ Μαρήους τὴν συνκεχωρημένην καὶ ἑσταμένην τιμὴν τοῦ πεπραμένου μέρους πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων πάντων καὶ ἰδιωτικῶν καὶ παντὸς εἴδους καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἡρώδης Ἡρώδου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Μαρρῆς Διονυσίου Καμβούθιος γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Διόδωρος Πτολεμέου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.