Ancient Greek
P.Mich. 5 258
Documentary Papyri, P.Mich. 5 258
Not analysed yet
Ἀπολλώνιος Μάρωνος ὁμολογῶ παρακεχωρηκέναι Παπνεβτύνι Ἀμενέως τὴν ὑπάρχουσάν μοι περὶ Θυγονίδα γῆς ἀμπελίτιδος ἄρουραν μίαν ἥμισυ σχοινίῳ ἐνενηκονταεξαπήχει τῷ πρὸς τῇ ἐπὶ τοῦ Φρεμὶ κρηπῖδι, ὧν γείτονες νότου χέρσος, βορρᾶ διῶρυξ λεγομένη Ἀμμῆτις, λιβὸς χέρσος, ἀπηλιώτου Μάρωνος τοῦ ἀδελφοῦ μου κλῆρος· καὶ ἀπέχω παρὰ τοῦ Παπνεβτύνεος τὸ ἑσταμένον ἀργυρικὸν παραχωρητικὸν πᾶν κεφάλαιον καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ δημοσίων πάντων καὶ ἰδιωτικῶν καὶ παντὸς εἴδους τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ ἐννεακαιδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ ἐννεακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκεῖ δὲ καὶ ἡ γυνή μου Τερεῦς Χαιρήμονος μετὰ κυρίου ἐμοῦ τοῦ ἀνδρὸς τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκειται. Ἀπολλώνιος γέγραφα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίης γράμματα. Παπνεβτοῖνις Ἀμενέως γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκειται.