Ancient Greek
262.23 to 262.32
Documentary Papyri, P.Mich. 5 262.23-32
Not analysed yet
καὶ ἐπιβολῆς κώμης καὶ πλεονασμάτων καὶ ἐπιγραφῶν πασῶν καὶ παντὸς εἴδους ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ κα ἔτους καὶ αὐτοῦ τοῦ κα ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον· καὶ παρέξεσθαι μηδένα κωλύοντα Ἡρὼ μηδὲ τοὺς παρʼ αὐτῆς κυριεύοντας αὐτῶν καὶ εἰσοδεύοντας καὶ ἐξοδεύοντας εἰς αὐτὰς καὶ κατεργαζομένους καὶ κατασπείροντας καὶ μισθοῦντας καὶ τοὺς ποτισμοὺς καὶ τὰς ἐκχύσεις ποιουμένους ὡς ἄνωθεν εἴθισται καὶ τὰ ἐξ αὐτῶν ἀποφερομένους καὶ ὑποτιθέντας καὶ ἑτέροις παραχωροῦντας καὶ διοικοῦντας περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται, πρός τε τὰ προκείμενα μηδὲν ἐγκαλέσειν μηδὲ διαμφισβητήσειν μηδʼ ἐπελεύσεσθαι τρόπῳ μηδενὶ ἤ, χωρὶς τοῦ πᾶν τὸ ὑπεναντίως ἐπιτελεσθησόμενον ἄκυρον εἶναι, προσαποτεισάτω ὁ Δίδυμος Ἡροῖ παραχρῆμα τήν τε τοῦ κλήρου τιμὴν μεθʼ ἡμιολίας καὶ τόκον καὶ ὡς ἴδιον χρέος ἀργυρίου ἐπισήμου δραχμὰς Β καὶ τὸ βλάβον καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον ἡ θʼ ὁμολογία ἥδε καὶ αἱ τῆς μετεπιγραφῆς καὶ παραχωρήσεως οἰκονομίαι κύριαι ἔστωσαν ἐπὶ τὸν ἅπαντα χρόνον.