Ancient Greek
P.Mich. 5 263
Documentary Papyri, P.Mich. 5 263
Not analysed yet
ἔτους δευτέρου καὶ εἰκοστοῦ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ψενκῆβκις Ψύφεως, ὡς ἐτῶν λα, οὐλὴ χειρὶ δεξιᾷ ἐκτός, Πνεβτύνι Ψύφεως, ὡς ἐτῶν με, οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς πεπρακέναι αὐτῷ τὴν ὑπάρχουσαν αὐτῷ Ψενκήβκι περὶ τὴν προκιμένην κώμην Τεβτῦνιν ἱερὰν γῆν Σεκνεβτύνεως γῆς ἀρούρας τέσσαρας σὺν τῇ ἐπιβολῇ κώμης ἡμιαρουρίου ἢ ὅσαι ἐὰν ὦσιν ἐν μιᾷ σφραγῖδι, ὧν ὧν γείτονες νότου δημοσία διῶρυξ διʼ ἧς ποτίζεται καὶ ἐκχεῖται ὁ κλῆρος, βορρᾶ χῶμα Χομηνιακῆς διώρυγος, λιβὸς τοῦ πριαμένου Πνεβτύνεως κλῆρος, ἀπηλιώτου Μαρεψήμιος τοῦ Μαρεψήμιος κλῆρος· καὶ ἀπέχειν παρὰ τοῦ Πνεβτύνεως τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν αὐτόν τε Ψενκήβκιν καὶ τοὺς παρʼ αὐτοῦ τῷ Πνεβτύνι καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ ταύτην πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων ὀφειλημάτων πάντων καὶ παντὸς εἴδους τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ διεληλυθότος ἑνὸς καὶ εἰκοστοῦ ἔτους καὶ αὐτοῦ τοῦ ἑνὸς καὶ εἰκοστοῦ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶνκαὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. ὑπογραφεὺς Μαρεψῆμις Μαρεψήμιος, ὡς ἐτῶν λϛ, οὐλὴ ὑπʼ ἀντικνήμιον δεξιόν. Ψενκῆβκις Ψοίφιος ὁμολογῶ πεπρακέναι Πνεβτύνει Ψοίφιος ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι περὶ τὴν προκιμένην κώμην Τεβτῦνιν ἱερὰν γῆν Σεκνεβτύνιος γῆς ἀρούρας τέσσαρας σὺν τῇ ἐπιβολῇ κώμης ἡμιαρουρίου ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφαγῖδι, ὧν γείτονες νότου δημοσία διῶρυξ διʼ ἧς ποτίζεται καὶ ἐκχεῖται ὁ κλῆρος, βορρᾶ χῶμα Χομηνιακῆς διώρυγες, λιβὸς τοῦ πριαμένου Πνεβτύνεως κλῆρος, ἀπηλιώτου Μαρεψήμιος τοῦ Μαρεψήμιος κλῆρος· καὶ ἀπέχω παρὰ τοῦ Πνεβτύνεως τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ παντὸς εἴδους τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ διεληλυθότος ἑνὸς καὶ εἰκοστοῦ ἔτους καὶ αὐτοῦ τοῦ διεληλυθότος ἑνὸς καὶ εἰκοστοῦ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκειται. Πνεβτῦνις Ψοίφιος γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Μαρεψῆμις Μαρεψήμιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. πρᾶσις Πνεβτύνεως πρὸς Ἄλκιππον ἱερᾶς γῆς