Ancient Greek
P.Mich. 5 278
Documentary Papyri, P.Mich. 5 278-279dupl
Not analysed yet
Ὀρσεῦς ὡς ἐτῶν λ οὐλὴ ἀντικνημίῳ δεξιῶι. Γαλάτης ὡς ἐτῶν …Διονύσιος ὡς ἐτῶν ν οὐλὴ καρπῶι δεξιῶι. Ὀρσεῦς Ἁρυώτου ὁμολογῶ πεπρακέναι Γαλάτῃ Λυσιμάχου ὥστε αὐτῶι Γαλάτῃ καὶ ἐγγόνοις αὐτοῦ καὶ τοῖς παρʼ αὐτοῦ εἰς μετεπιγραφὴν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντά μοι δουλικὰ σώματα δύο οἷς ὄνομα τῇ μὲν θηλείᾳ Τύχη ὡς ἐτῶν ἕξ ,τῶι δὲ ἄρσενι ὄνομα Κρονίων ὡς ἐτῶν δύο τούτους τοιαύτους. καὶ ἀπέχω παρὰ τοῦ Γαλάτου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον πλὴν δρασμοῦ καὶ ἱερᾶς νόσου καθότι πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Διονύσιος Μάρωνος διὰ τὸ βραδύτερα αὐτὸν γράφειν. Ὀρσεῦς Ἁρυώτου ἐπιτέταχα γράφειν.