Ancient Greek
P.Mich. 5 279
Documentary Papyri, P.Mich. 5 279
Not analysed yet
Ὀρσεὺς Ἁρυώτου ὁμολογῶ πεπρακέναι Γαλάτῃ Λυσιμάχου ὥστε αὐτῶι Γαλάτῃ καὶ ἐγγόνοις αὐτοῦ καὶ τοῖς παρʼ αὐτοῦ εἰς μετεπιγραφὴν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντά μοι δουλικὰ σώματα δύο οἷς ὄνομα τῇ μὲν θηλείᾳ Τύχη ὡς ἐτῶν ἕξ, τῶι δὲ ἄρσενι Κρονίων ὡς ἐτῶν δύο τούτους τοιούτους. καὶ ἀπέχω παρὰ τοῦ Γαλάτου τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσωι τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον πλὴν δρασμοῦ καὶ ἱερᾶς νόσου καθὼς πρόκειται. ἕγραψεν ὑπὲρ αὐτοῦ Διονύσιος Μάρωνος διὰ τὸ βραδύτερα αὐτὸν γράφειν. Ὀρσεὺς Ἁρυώτου ἐπιτέταχα γράφειν.