Ancient Greek
P.Mich. 5 283
Documentary Papyri, P.Mich. 5 283-284dupl
Not analysed yet
Ἄρεσις καὶ Θεναπολλῶς αἱ δύο Σεπόνιος πρεσβυτέρου μετὰ κυρίου αὐτῶν ἐμοῦ τοῦ ἑαυτῶν προσγενοῦς Πελώειος τοῦ Πατύνεως ὁμολογοῦμεν εὐδοκεῖν ἣν πεποίηνται οἱ τοῦ τετελευτηκότος ἡμῶν πατρὸς Σεπόνιος ἀδελφοὶ τῇ Ἑστίᾳ πρᾶσιν ψιλῶν τόπων καὶ μὴ ἐπελεύσεσθαι ἡμᾶς μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ ἡμῶν μηδὲ περὶ τούτων μηδὲ περὶ τοῦ ἐπιβάλλοντος ἡμῖν μέρους τῶν ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους ψιλῶν τόπων ἐν Κερκεσούχοις Ὄρους ὃ καὶ κεκήπευκεν ἡ Ἑστία καὶ μὴ ἐπελεύσεσθαι ἡμᾶς περὶ τούτων μηδʼ ἐγκαλέσειν καθὼς πρόκιται. Πελώεις γέγραφα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα καὶ ἐπιγέγραμμαι αὐτῶν κύριος, κατὰ μηθὲν δὲ τοῦ Σώτου ἐλαττουμένου ὑπὲρ ὧν ὀφείλω αὐτῶι καθʼ ὁμολογίας ἀσφαλειῶν καθὼς πρόκιται. εὐδόκησις Ἑστίας.