Ancient Greek
P.Mich. 5 285
Documentary Papyri, P.Mich. 5 285-286dupl
Not analysed yet
Ταορσεῦς ὡς ἐτῶν δ… οὐλὴ …ἀριστερ Γαλάτης ὡς ἐτῶν μα οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς Φαῆσις ὡς ἐτῶν κε λευκὸν ὀφθαλμῷ δεξιῷ καὶ οὐλὴ παρὰ γόνατι δεξιῷ Ταορσεῦς Θοτέως μετὰ κυρίου τοῦ προσγένους Γαλάτου τοῦ Διδύμου ὁμολογῶ πεπρακέναι τῶι τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου μου ἀδελφοῦ Νίκωνος υἱῶι Φαήσει ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον μοι πέμπτον μέρος τόπων ψιλῶν, ἐν οἷς οἶκοι ἀπὸ συνθέτης πλίνθου, ὅσων ἐστὶν τὰ ὅλα μέτρων καὶ πηχισμῶν· ὧν γείτονες καθὼς ἐκ συμφώνου ὑπηγορεύσαμεν νότου υἱῶν Ἡρώδου οἰκία ἀνὰ μέσον οὔσης εἰσόδου καὶ ἐξόδου, βορρᾶ Ἀρτεμιδώρου τοῦ Ἑρμίου οἰκία, λιβὸς Θοτέως οἰκία, ἀπηλιώτου Σαραπίωνος οἰκίαι καὶ τόποι, πάντα δὲ ἐν κώμῃ Κερκευσίρεως τῆς Πολέμωνος μερίδος. καὶ ἀπέχω τὴν τιμὴν διὰ χειρὸς καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθὼς πρόκιται. Γαλάτης γέγραφα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. ὁμολογία Ταορσεῦτος πρὸς Φαῆσιν ψιλοῦ τόπου πέμπτου μέρους