Ancient Greek
P.Mich. 5 294
Documentary Papyri, P.Mich. 5 294
Not analysed yet
Ὀννῶφρις Ἁτρήους μητρὸς Θεναψήμιος ὁμολογῶ πεπρακέναι κατὰ Αἰγυπτίας συνγραφὰς Κολλούθῳ Μιεῦτος μητρὸς Ταορσενούφιος τὴν ὑπάρχουσάν μοι οἰκίαν μονόστεγον καὶ αὐλὴν καὶ τὰ συγκύροντα πάντα ἐν Τεβτύνει, ὧν μέτρα νότου ἐπὶ βορρᾶ πήχεις ἐννέα ἥμισυ ,λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα ἕξ ,ἐπὶ παντὸς δὲ τῶν πηχισμῶν ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ τὸ πλέον· ὧν γείτονες νότου Ὥρου τοῦ Ἁρμιύσιος οἰκία καὶ αὐλὴ καὶ ἄλλων πρότερον Κύρτου οἰκία καὶ αὐλή, βορρᾶ Ἀσσάριος οἰκία, λιβὸς Ταορσενούφιος τῆς Κολλούθου οἰκία καὶ ἐπί τι μέρος Ἁρμιύσιος κναφέως αὐλή, ἀπηλιώτου ῥύμη βασιλική· καὶ ἀπέχω παρὰ τοῦ Κολλούθου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ παρέξομαι αὐτὴν μήτε προπεπραμένην μηδὲ ὑποτεθημένην μηδὲ ἐξηλλοτριωμένην τρόπωι μηδενί. εὐδοκεῖ δὲ ἡ μήτηρ μου Θεναψῆμις Ὀρσεῦτος …