Ancient Greek
P.Mich. 5 295
Documentary Papyri, P.Mich. 5 295
Not analysed yet
Θασῶς Κοννῶτος μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Παπνεβτύνεως τοῦ Πετήσιος ὁμολογῶ πεπρακέναι κατὰ τήνδε τὴν ὁμολογίαν ταύτην ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον Παχῆτι Πετεεῦτος τὸν ὑπάρχοντά μοι πατρικὸν οἶκον τρίκλινον ἐπὶ τοῦ πυλῶνος, ἐν ᾧ ταμιεῖον καὶ σιρὸς τῆς ὑπαρχούσης μοι πατρικῆς οἰκίας, καὶ τὸ ἐπιβάλλον μοι μέρος πυλῶνος καὶ πεσσοῦ καὶ δώματος καὶ τῶν συγκυρόντων πάντων ἐν Τεβτύνει ὧν γείτονες ὅλης τῆς οἰκίας νότου ῥύμη βασιλική, βορρᾶ Θασῖτος καὶ τῶν ἀδελφῶν αὐτῆς τόποι, λιβὸς Πετσίριος τοῦ …υ οἰκία καὶ ἐπί τι μέρος Θασῖτος καὶ τῶν ἀδελφῶν αὐλή, καὶ ἀπηλιώτου πρότερον …αὐλὴ …καὶ ἀπέχω …