Ancient Greek
P.Mich. 5 297
Documentary Papyri, P.Mich. 5 297
Not analysed yet
Ἀσκλᾶς Βήσιος μητρὸς Ταορσενούφιος ὁμολογῶ πεπρακέναι Ἡρακλείδῃ νεωτέρωι Μάρωνος μητρὸς Ἀρσινόης τὸ ὑπάρχον μοι ἥμισυ μέρος ψιλοῦ τόπου κοινοῦ καὶ ἀδιαιρέτου πρὸς τὸν ἀδελφὸν μου Πατῦνιν καὶ τῶν συγκυρόντων πάντων ἐν Τεβτύνει, ὧν μέτρα του ὅλου ψιλοῦ τόπου νότου ἐπὶ βορρᾶ πήχεις ἑπτὰ διμοίρου λιβὸς ἐπʼ ἀπηλιώτου πήχεις δέκα τέσσαρες διμοίρου ἐπὶ δὲ παντὸς τοῦ πηχισμοῦ ἢ ὅσον ἐὰν ὦσιν, σὺν τῇ ἐξόδῳ καὶ εἰσόδῳ κοινῇ καὶ ἀδιαιρέτῳ· ὧν γείτονες νότου τοῦ ὅλου τόπου Ἁρμάειος τοῦ Πετεσούχου καὶ Ἁρυώτου τοῦ ἀδελφοῦ οἰκία, βορρᾶ τοῦ αὐτοῦ Ἡρακλείδου καὶ υἱῶν Πετεσούχου οἰκία, λιβὸς ὁμοίως τοῦ αὐτοῦ Ἡρακλείδου καὶ ἐπί τι μέρος Ἁρμιύσιος καὶ Ὥρου ἀμφοτέρων Ὀρσενούφιος ἀπηλιώτου Ὀρσεῦτος Ὀρσεῦτος οἰκία διʼ ἧς ἡ προγεγραμμένη εἴσοδος καὶ ἔξοδος ἐπιπέδων. καὶ ἀπέχω παρὰ τοῦ Ἡρακλείδου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τῶν ἐπελευσομένων ὑπὲρ τοῦ ἐμοῦ οἰκήματος τοῦ …τοῦ ἡμίσους μέρους. εὐδοκεῖ δὲ ἡ γυνή μου Τεφερῶς Τεφερσῶτος μητρὸς Τααρμιύσιος τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν ……διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα.