Ancient Greek
P.Mich. 5 296
Documentary Papyri, P.Mich. 5 296
Not analysed yet
Ταορσεῦς Ὀρσενούφιος μητρὸς Θαήσιος μετὰ κυρίου τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Ὀρσεῦτος ὁμολογῶ πεπρακέναι κατὰ Αἰγυπτίας συνγραφὰς Ψοσνεῦτι Ἀνδρονίκου μητρὸς Θαήσιος τὸ ὑπάρχον μοι ἥμισυ μέρος πατρικῆς οἰκίας διστέγου κοινῶν καὶ ἀδιαιρέτων καὶ τῶν συνκυρόντων πάντων ἐν Τεβτύνει, ὧν γείτονες τῆς ὅλης οἰκίας νότου …τοῦ Ἡρώδου καὶ τῶν ἀδελφῶν οἰκία, βορρᾶ καὶ ἀπηλιώτου τῶν αὐτῶν υἱῶν τόποι …ουωριος καὶ τοῦ ἀδελφοῦ, λιβὸς ῥύμη βασιλική. καὶ ἀπέχω παρὰ τοῦ Ψοσνεῦτος τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει διὰ παντὸς ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Εὔτυχος Εὐτύχου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Ψονσεοῦς Ἀνδρονίκου γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκιται.