Ancient Greek
305.1,msup to 305.13
Documentary Papyri, P.Mich. 5 305.1,msup-13
Not analysed yet
μηνὸς Γερμανικίου β Εὔτυχος πρεσβύτερος καὶ Εὔτυχος τρίτος καὶ Σισιχαλῆς καὶ Σισόις οἰκοδόμος οἱ τέσσαρες Εὐτύχου μητρὸς Θερμέθιος ὁμολογοῦμεν πεπρακέναι Χράτηι Ἀκουσιλάου μητρὸς Ταῶτος κατὰ τήνδε τὴν πρᾶσιν ταύτην ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῶν ὑπαρχόντων ἡμῖν πατρικῶν ψιλῶν τόπων περιτετειχισμένων ἀπὸ μέρους ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους, αὐτόθεν οὖν ὁμολογοῦμεν πεπρακέναι τῶι Χράτηι βίκους ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους τῶν ἡμῶν τῶν ἀποδομένων τόπων διατείνοντας νότου ἐπὶ βορρᾶ καὶ τὰ συνκύροντα πάντα ἐν Τεβτύνει, ὧν μέτρα τούτων τῶν νότου ἐπὶ βορρᾶ διʼ ὅλων, πήχεις λιβὸς ἐπʼ ἀπηλιώτην, ἐκ μὲν τοῦ πρὸς βορρᾶ μέρους λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις τριάκοντα ,νότου ἐπὶ βορρᾶ πήχεις ἑπτὰ ἐκ τοῦ πρὸς λίβα μέρους, ἐκ μὲν τοῦ πρὸς ἀπηλιώτου μέρους νότου ἐπὶ βορρᾶ τρεῖς ἥμισυ ἀπὸ πηχῶν δέκα ὀκτὼ ἥμισυ ἐκ τούτων τῶν σημαινομένων πηχῶν νότου ἐπὶ βορρᾶ, λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ τοῦ πρὸς νότου μέρους πήχεις τριάκοντα ὀκτώ · ὧν γείτονες τούτων νότου ,βορρᾶ τοῦ πριαμένου Χράτου οἰκία καὶ τόποι καὶ ἐπί τι μέρος Ἁτρῆτος τοῦ Μιεῦτος αὐλή, νυνὶ δὲ τοῦ ἀδελφοῦ Πάνθηρος, καὶ ὁμοίως ἐπί τι μέρος υἱῶν Πάνθηρος τόποι καὶ ὁμοίως ἐπί τι μέρος ἐκ τοῦ πρὸς βορρᾶ μέρους τούτων Μιεῦτος τοῦ Ἁρμιύσιος ψιλοὶ τόποι, νυνὶ δὲ ἑτέρων, λιβὸς Ἡρακλήου τοῦ τοῦ Χράτου ἀδελφοῦ ψιλοὶ τόποι νότου ἐπὶ βορρᾶ πήχεις τέσσαρες ἀπὸ τοῦ ἐνόντος τοῦ Ἡρακλήους τείχους τῆς αὐλῆς διείργοντος λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα δύο καὶ ὁμοίως ἐπί τι μέρος ἐκ τοῦ πρὸς λίβα μέρους τούτων Σισόιτος οἰκοδόμου καὶ Σισιχαλῆτος τόποι διὰ μέσον ὄντες εἴσοδος καὶ ἔξοδος λιβὸς ἐπʼ ἀπηλιώτην πλάτους πηχῶν τριῶν διείργουσα νότου ἐπὶ βορρᾶ διʼ ὅλων τῶν τόπων τούτων διʼ ἧς εἰσοδεύσουσι καὶ ἐξοδεύσουσι ὅδε ὁ Ἡρακλῆς καὶ Χράτης καὶ Εὔτυχος τρίτος καὶ Σισιχαλῆς καὶ Σισόις οἰκοδόμος καὶ οἱ παρʼ αὐτῶν καὶ οἱ μεταλημψόμενοι διὰ τῶν τῆς αὐτῆς εἰσόδου καὶ ἐξόδου τριῶν πηχῶν, ἀπηλιώτου υἱῶν Πάνθηρος τόποι καὶ ἐπί τι μέρος Μιεῦτος τοῦ Ἁρμιύσιος τόποι, νυνὶ δὲ ἑτέρων, καὶ ὁμοίως ἐπί τι μέρος ῥύμη βασιλικὴ καὶ ὁμοίως ἐπί τι μέρος ἡμῶν τῶν ἀποδομένων ἕτεροι ψιλοὶ τόποι . καὶ ἀπέχομεν παρὰ τοῦ Χράτου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσομεν ἐξ ἀλληλεγγύης τὴν πρᾶσιν πάσηι βεβαιώσει ἀπὸ μὲν δημοσίων τῶν ἐκ τῶν ἐπάνω