Ancient Greek
305.14 to 305.26
Documentary Papyri, P.Mich. 5 305.14-26
Not analysed yet
χρόνων μέχρι τοῦ ἐνεστῶτος ἔτους καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ἔτους, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, ἐφʼ ὧι δὲ ἀνοίξει ἑαυτῶι ὁ Ἡρακλῆς θύραν ἐκ τῶν τεσσάρων πηχῶν ἄχρι αὐτῶν ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους τούτων εἰς τοὺς σημαινομένους τῆς εἰσόδου καὶ ἐξόδου πήχεις τρεῖς τῆς κοινωνικῆς. εὐδοκοῦσι δὲ αἱ γυναῖκες ἡμῶν, ἐμοῦ μὲν τοῦ Εὐτύχου πρεσβυτέρου Τεσενοῦφις Ἁρμιύσιος μητρὸς Θερμέθιος καὶ τοῦ Εὐτύχου τρίτου Ταμάρων Ἁρυώτου μητρὸς Θασῶτος καὶ τοῦ Σισιχαλῆτος Ἡρακλοῦς Αὐνήους μητρὸς Τασουχείου καὶ τοῦ Σισόιτος οἰκοδόμου Θερμέθις Σιγήρεως μητρὸς Ταορσεῦτος τῇ πράσει ταύτηι καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῶν καθὼς πρόκειται, μενούσης δὲ τῶι Χράτηι καὶ Ἡρακλήει ἧς ἔχουσιν ἡμῶν καὶ τοῦ ἑτέρου ἡμῶν ἀδελφοῦ Εὐτύχου δευτέρου ὃς τετελεύτηκεν ἑτέρας βεβαιώσεως ὧν προπεπράκαμεν αὐτοῖς ἔτι πάλαι ἑτέρων τόπων καὶ οἰκίας κυρίας καθὼς πρόκειται. Εὔτυχος γέγραφα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίης γράμματα. Σισικαλῆς καὶ Σισόεις οἰκοδόμος οἱ δύο Εὐτύχου μητρὸς Θερμούθεως ὁμολογοῦμεν συνπεπρακέναι τοὺς προκειμένους τόπους καὶ συναπέχομεν τὴν τιμὴν καὶ συνβεβαιώσομεν πάσῃ βεβαιώσει, καὶ εὐδοκοῦσι αἱ γυναῖκες ἡμῶν, ἐμοῦ μὲν τοῦ Σισικαλῆτος Ἡρακλοῦς Αὐνήους μητρὸς Τασουχίου καὶ τοῦ Σισόειτος οἰκοδόμου Θερμοῦθις Σιουήρεως μητρὸς Ταορσεῦτος τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδʼ ἄλλον ὑπὲρ αὐτῶν, μενούσης δὲ τῶι Χράτῃ καὶ Ἡρακλήωι ἧς ἔχουσιν ἡμῶν καὶ τοῦ ἑτέρου ἡμῶν ἀδελφοῦ Εὐτύχου δευτέρου ὃς τετελεύτηκεν ἑτέρας βεβαιώσεως ὧν προπεπράκαμεν αὐτοῖς ἔτι πάλαι ἑτέρων τόπων καὶ οἰκίας κυρίας καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Μενέμαχος Ἀλεξάνδρου διὰ τὸ τὸν μὲν Σισικαλῆν βραδέα γράφειν, τοὺς δὲ ἄλλους μὴ εἰδέναι γράμματα. Σισιχαλῆς Εὐτύχου μητρὸς Θερμούθιος πέπρακα καὶ συναπέχω τὴν τιμὴν καὶ συνβεβαιώσω καὶ ἐπιτέταχα γράφειν καθὼς πρόκειται. Εὔτυχος τρίτος Εὐτύχου μητρὸς Θερμούθιος συνπέπρακα τοὺς προκειμένους ψιλοὺς τόπους καὶ τὰ συνκύροντα πάντα ἐν Τεβτύνει καὶ συναπέχω τὴν τιμὴν καὶ συμβεβαιώσω πάσῃ βεβαιώσει, καὶ εὐδοκεῖ ἡ γυνή μου Ταμάρων Ἁρυώτου μητρὸς Θασῶτος τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς, μενούσης δὲ τῷ Χράτῃ καὶ Ἡρακλεῖ ἧς ἔχουσι ἡμῶν καὶ τοῦ ἑτέρου ἡμῶν ἀδελφοῦ Εὐτύχου δευτέρου ὃς τετελεύτηκεν ἑτέρας βεβαιώσεως ὧν προπεπράκαμεν αὐτοῖς ἔτι πάλαι ἑτέρων τόπων καὶ οἰκίας κυρίας καθὼς