Ancient Greek
P.Mich. 5 313
Documentary Papyri, P.Mich. 5 313
Not analysed yet
ἔτους δευτέρου Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ μηνὸς Περιτίου θ Χοιὰχ θ ἐν Τεβτύνει τῆς Πολέμονος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσαν Ὧρος Ἁρμιύσιος Ὡρπαρήους ὡς ἐτῶν ξη οὐλὴ πήχει δεξιῷ καὶ Ὀρσενοῦφις Ὡρουανχιοῦτος ὡς ἐτῶν νη οὐλὴ γαστροκνημίᾳ δεξιᾷ καὶ Ἁρμαεῖς Πετεσούχου ὡς ἐτῶν νε οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ καὶ Στοτουῆτις Κολλούθου ὡς ἐτῶν ν οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς καὶ Αὐνῆς Τεφορσῶτος ὡς ἐτῶν λγ οὐλὴ μετώπωι ἐξ ἀριστερῶν καὶ Ὀννῶφρις Κολλούθου ὡς ἐτῶν λε οὐλὴ γόνατι δεξιῶι, οἱ ἓξ πρεσβύτεροι δημοσίων γεωργῶν τῆς αὐτῆς κώμης, καὶ Ἁρμιῦσις Ὀρσεῦτος, γραμματεὺς γεωργῶν, ὡς ἐτῶν νε οὐλὴ πήχει δεξιῶι, οἱ ἑπτὰ Ἡρακλείδῃ Διδύμου Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν ν οὐλὴ ῥινὶ μέσῃ τὸ καθʼ ἥμισυ μέρος δρυμοῦ θεοῦ λεγομένου, τὰ ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους, περὶ τὴν αὐτὴν κώμην Τεβτῦνιν, φλοὸς καὶ ἄρου καὶ κορσίων, καὶ Κανάβιος λεγομένου χερσονομῶν, εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ· τοῦ δὲ ἄρου καὶ ὥσαι εἰς κατάβρωσιν χοιριδίων· φόρου τοῦ παντὸς κατʼ ἔτος ἀργυρίου ἐπισήμου νομίσματος κεφαλαίου δραχμὰς ἑξήκοντα Ὧρος Ἁρμιύσιος Ὡρπαρήους καὶ Ὀρσενοῦφις Ὡρουανχιοῦτος καὶ Ἁρμάεις Πετεσούχου καὶ Στοτουῆτις Κολλούθου καὶ Αὐνῆς Τεφορσῶτος καὶ Ὀννῶφρις Κολλούθου, οἱ ἓξ πρεσβύτεροι δημοσίων γεωργῶν, καὶ Ἁρμιῦσις γραμματεὺς γεωργῶν, οἱ ἑπτὰ τῶν αὐτῶν γεωργῶν ὁμολογοῦμεν μεμισθωκέναι Ἡρακλείδηι Διδύμου κατὰ τὸ ἥμισον μέρος δρυμοῦ θεοῦ λεγομένου τὰ ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους περὶ τὴν αὐτὴν κώμην Τεβτῦνιν, φλοὸς καὶ ἄρου καὶ κορσίων, καὶ Κανάβιος λεγομένου χερσονομῶν, εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστ…