Ancient Greek
P.Mich. 5 314
Documentary Papyri, P.Mich. 5 314
Not analysed yet
ἐκ κολλήματος Στοτουῆτις Κολλούθου τοῦ Ἐλήκιος Πέρσης τῆς ἐπιγονῆς μεμίσθομαι παρὰ Ἀπολλωνίας τῆς Ἡρακλείδου τὰς προκιμένας ἀρούρας δέκα δύο ἢ ὅσαι ἐὰν ὦσιν ἐν μιᾷ σφραγῖδι ἐπὶ τὰ προκίμενα ἔτη τέσσαρα ἐπὶ πᾶσι τοῖς προκιμένοις καὶ ἕκαστα ποιήσω χωρὶς ἄλλων ὧν ὀφείλω καθὼς πρόκιται. ἔγραψεν ὑπερ αὐτοῦ Μαρεψῆμις Μαρεψήμιος λεσώνου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ἀπολλωνία Ἡρακλείδου μετὰ κυρίου ἐμοῦ τοῦ πατρὸς μεμίσθωκα καθὼς πρόκιται καὶ γέγραφα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.