Ancient Greek
P.Mich. 5 335
Documentary Papyri, P.Mich. 5 335dupl
Not analysed yet
Πετεσοῦχος ἐτῶν μ πήχει δεξιῷ Κρονίων ἐτῶν ν ῥινὶ ἐξ ἀριστερῶν Πετεσοῦχος Ἡρακλήου Βήσεως ὁμολογῶ πεπρακέναι Κρονίωνι Ὀρσεῦτος ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι οἰκίαν δίστεγον καὶ αὐλήν, ἐν ἧι καὶ ἐξέδρα καινὴ δίστεγος, καὶ παραδρομίδα καὶ τὰ συγκύροντα πάντα ἐν Τεβτύνει· ὧν γείτονες πάντων νότου Κρονίωνος νεωτέρου Ζωίλου τόποι καὶ ἐπί τι μέρος Σιγήρεως τοῦ Σιγήρεως τόποι, βορρᾶ Κρονίωνος πρεσβυτέρου Ζωίλου τόποι καὶ ἐπί τι μέρος Κρονίωνος τοῦ Διονυσίου τόποι, λίβος Ἀπίωνος τοῦ Κρονίωνος οἰκία καὶ ἐπί τι μέρος τῆς παραδρομίδος ῥύμη βασιλικὴ καὶ ὁμοίως ἐπί τι μέρος τοῦ προγεγραμμένου Κρονίωνος νεωτέρου Ζωίλου αἴθριον, ἀπηλιώτου ῥύμη βασιλική· καὶ ἀπέχω παρὰ τοῦ Κρονίωνος τὴν τιμὴν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσω τοῖς κατὰ τὴν ὁμολογίαν ταύτην πάσῇ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐνποίησεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Σαραπίων Πτολεμαίου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Πετεσοῦχος Ἡρακλήου Βήσεως Πέρσης τῆς ἐπιγονῆς ἔχω τὸ δάνειον παρὰ Κρονίωνος τοῦ Ὀρσεῦτος τὰς τοῦ ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς τετρακοσίας τεσσαράκοντα ὀκτὼ τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσω ἐν μηνὶ Μεχεὶρ τοῦ τρίτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Σαραπίων Πτολεμαίου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ὑποθήκη Πετεσούχου πρὸς Κρονίωνα δραχμῶν υμη.