Ancient Greek
P.Mich. 5 336
Documentary Papyri, P.Mich. 5 336
Not analysed yet
ιγ ἔτους Φαρμοῦθι γ Ὀρσεῦς Ἁρυώτου Πέρσης τῆς ἐπιγονῆς ἔχω τὸ δάνειον παρὰ Γαλάτου Λυσιμάχου τὰς τοῦ ἀργυρίου ἐπισήμου δραχμὰς τετρακοσίας πεντήκοντα τόκου ὡς ἐκ δραχμῆς μιᾶς τριωβόλου τῇ μνᾷ τὸν μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσω ἐν μηνὶ Τῦβι τοῦ εἰσιόντος τεσσαρεσκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Διονύσιος Μάρωνος διὰ τὸ βραδύτερα αὐτὸν γράφειν. Ὀρσεῦς Ἁρυώτου ἐπιτέταχα γράφειν.