Ancient Greek
P.Mich. 5 339
Documentary Papyri, P.Mich. 5 339
Not analysed yet
ἐκδόσιμον ϛ ἔτους Κλαυδίου μηνὸς Γερμανικίου Ἁρυώτης Ἡροδίωνος Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν παρὰ τῆς προούσης καὶ συνούσης γυναικὸς Ταορσενούφεως τῆς Ἀφροδισίου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἐν προσδόσει ἐφʼ αὐτῇ φερνὴν ἀργυρίου ἐπισήμου δραχμὰς ἑκατὸν καὶ χρήσομαι ὡς γυναικὶ γαμετῆι καὶ ἂν χωρισμὸς ἀπʼ ἀλλήλων γένηται ἀποδώσω τὰς προκιμένας ἀργυρίου δραχμὰς ἑκατόν · μένειν δέ σοι τῇ Ταορσενοῦφι ἣν ἔχεις παρά μου μετεγγύων τῶν γονέων μου συνγραφὴν τροφῖτιν ἑτέρας ἀργυρικῆς φερνῆς καὶ παραφέρνου κυρίαν καὶ τὰ διὰ αὐτῆς δεδηλωμένα διάστολα πάντα κυρία, καὶ ἕκαστα ποιήσω καθὼς πρόκιται. Ταορσενοῦφις Ἀφροδισίου μετὰ κυρίου ἐμοῦ τοῦ ἑαυτῆς προσγενοῦς Εὐτύχου τοῦ Ὀρσενούφεως γέγονʼ εἴς με ἡ ὁμολογία καθὼς πρόκιται. Εὔτυχος γέγραφα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα καὶ ἐπιγέγραμμαι αὐτῆς κύριος.