Ancient Greek
P.Mich. 5 338
Documentary Papyri, P.Mich. 5 338
Not analysed yet
Πτολέμιος Πτολεμίου Κρονίωνι νομογράφῳ Τεβτύνεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ᾓ ἐτέλεσαν διὰ σοῦ ὁμολογίαν ἐκστάσεως υἱῶν Ἥρωνος Λαβίωνος διὰ τὸ ἐμὲ καταλελοχίσθαι διὰ τῶν καταλοχισμῶν ἐπὶ τῶν τῆς μετεπιγραφῆς χρηματισμῶν καὶ ἐάν τε τίς σοι ἐνκαλέσῃ περὶ τῶν καταλοχισμῶν ἐγὼ αὐτοὺς ἐκδικήσω. ἡ χεὶρ κυρία ἔστω παντὶ τῷ ἐπιφέροντι. ἔτους πέμπτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρίου ε.