Ancient Greek
P.Mich. 5 348
Documentary Papyri, P.Mich. 5 348
Not analysed yet
ἔτους δωδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ, μηνὸς Πανήμου ἕκτηι καὶ εἰκάδι, Παχὼν κϛ, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν Χαιρήμων Ὥρου ὡς ἐτῶν εἴκοσι ἐννέα οὐλὴ μετώπωι ἐξ ἀριστερῶν καὶ Ἡρωίδης Ἡρωίδου ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ πήχει δεξιῶι καὶ Πατῦνις Μαρεψήμιος ὡς ἐτῶν τριάκοντα οὐλὴ ὑπʼ ὀφρὺν ἀριστερὰν Παπνεβτύνει Πετήσιος Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ ἀντικνημίωι δεξιῶι δεδωκέναι αὐτῶι μετοχὴν κατὰ τὸ τέταρτον μέρος οὗ ἔχουσιν ἐν μισθώσει παρὰ Χαιρήμωνος τοῦ Πενκίου κλήρου κατοικικοῦ περὶ τὴν κώμην κλήρου ἀρουρῶν τεσσαράκοντα ἢ ὅσαι ἐὰν ὦσι εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐκφορίου σταθέντος διὰ τῆς μισθώσεως κατʼ ἔτος σὺν σπέρμασι αἷς χορηγήσει ὁ Χαιρήμων σπερμάτων πυροῦ ἀρτάβαις τριάκοντα πέντε καὶ κριθῆς ἀρτάβαις πέντε ,τοῦ παντὸς πυροῦ ἀρτάβαις ἑκατὸν ἐνενήκοντα ἑπτὰ ἡμίσους καὶ κριθῆς ἀρταβῶν πεντήκοντα καὶ θαλλῶν ἄρτων ἀρταβῶν δύο καὶ ὑπολήμψεως ἀργυρίου δραχμῶν ε, καὶ αὐτὸν καὶ ἐμαυτὸν αὐτὸν μελήσειν ὧν ὀφείλει κατὰ δάνειον πυροῦ ἀρταβῶν εἴκοσι τριῶν καὶ ἐπάναγκες κατακολουθήσῃ τοῖς διὰ τῆς μισθώσεως καὶ μὴ ἐξέστω αὐτῶι προλιπεῖν τὴν μετοχήν. ὑπογραφεὺς τοῦ μὲν Παπνεβτύνεως Εὔτυχος Μάρωνος ὡς ἐτῶν ξ οὐλὴ γενείῳ ἐξ ἀριστερῶν. Χαιρήμων Ὥρου καὶ Ἡρώδης Ἡρώδου καὶ Πατῦνις Μαρεψήμιος ὁμολογοῦμεν ἐνδεδοκέναι τὴν μετοχὴν καθὼς πρόκιται. Ἡρώδης γέγραφα ὑπὲρ αὐτῶν. Χαιρήμων Ὥρου ἐπιτέταχα γράφειν. Παπνεβτῦνις Πετήσιος γέγονε εἴς με καθὼς πρόκιται καὶ τὰ ἄλλα ἀκολούθως. ἔγραψεν ὑπὲρ αὐτοῦ Εὔτυχος Μάρωνος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἐντέτακται ἀντίγραφον μετοχῆς. ἔτους ιβ Τιβερίου Καίσαρος Σεβαστοῦ, Παχὼν κϛ. ἀντίγραφον ὁμολογίας Παπνεβτύνεως πρὸς Χαιρήμονα καὶ ἄλλους.