Ancient Greek
P.Mich. 5 349
Documentary Papyri, P.Mich. 5 349
Not analysed yet
ἔτους ἑκκαι ἐκ κολλήματος Ἁρπαῆσις Πανορσήουιος Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἐπάναγκον φυτεύσειν ἐν τοῖς περὶ τὰς τριακοσίας ἀρούρας χώμασιν ἐν δρυμῷ ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Σεβαστοῦ τοῦ ἑπτακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, διὰ τὸ ἐπὶ τούτοις γεγράφθαι με, καὶ εἰληφέναι μοι παραχρῆμα ἐκ τοῦ ἑσταμένου μισθοῦ δοθῆναι ἀπὸ ἀργυρίου δραχμῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων ἐπὶ λόγου ἐσχηκέναι με παραχρῆμα διὰ χειρὸς παρὰ Φιλέρωτος δούλου ἀργυρίου δραχμὰς ἑξήκοντα · τὰς δὲ λοιπὰς ἀργυρίου δραχμὰς ὀγδοήκοντα τέσσαρες λήμψομαι κατὰ μῆνα τὸ αἱροῦν ἀπὸ μηνὸς Μεχείρ, καὶ παραδόσω εἰς ζωφυτούσας συκαμίνας ἑκατὸν πεντήκοντα ἐν τοῖς προκιμένοις χώμασι ἃς καὶ ποτιῶ τοῦ μηνὸς πεντάκι. ἐὰν δὲ μὴ παραδῶ καθὼς πρόκιται ἐξάναγκον ἐκτείσω τὰς προκιμένας ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα τέσσαρας καὶ τοὺς τόκους καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Μαρεψῆμις Μαρεψήμιος λεσώνου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.