Ancient Greek
P.Mich. 6 364
Documentary Papyri, P.Mich. 6 364
Not analysed yet
Ἡρακλείδης Ἀμμωνίου δημοσιώνης καταλοχισμῶν Ἀρσινοίτου καὶ ἄλλων νομῶν τῷ τῆς Ἡρακλείδου μερίδος συντακτικῷ χαίρειν. Γάιος Ἀπολινάριος Νίγερ Ἀντινοεὺς διὰ Οὐαλερίου Σατορνίλου ἀνειλημμένης γῆς μετεπεγράψατο ὃ ἐκυρώθη τῷ ιϛ ἔτει Μεχεὶρ πρότερον Ἥρωνος Πεκμήιτος κλήρου κατοικικοῦ ἀρούρης ἥμισυ ὄγδοον, γίνεται σιτικῆς ἀρούρης ἥμισυ ὄγδοον . ἔρρωσο. ἔτους ιθ Αὐρηλίου Ἀντωνίνου καὶ Κομμόδου Καισάρων τῶν κυρίων, Παῦνι ζ.