Ancient Greek
P.Mich. 6 365
Documentary Papyri, P.Mich. 6 365
Not analysed yet
ἐξ ὑπομνηματισμῶν Ῥουτιλλίου Ἀχιλλέως ἐπιστρατήγου. ἔτους β Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Παχὼν λ. προσελθόντος Γαίου Ἰουλίου Πτολεμαίου, Ἰουλιανὸς ῥήτωρ εἶπεν· οὗτος Ἀντινοεύς ἐστιν. βίαν δὲ παθὼν καὶ ὕβριν καὶ ἐργολαβίαν ἐνέτυχέν σοι κατὰ Χαιρήμωνος Μάρωνος. κελεύσαντός σου διʼ ὑπηρέτου Πτολεμαίου ἐπεὶ οὖν οὐ πάρεστιν, ἀξιοῦμεν κατὰ τὰ α…την ειτι δίκαια ἃ καὶ συνετήρησας πεμφθῆναι αὐτὸν εἰς τὴν Ἀντινόου δικασόμενον Ἀχιλλεὺς εἶπεν· πόθεν ἐστὶν ὁ ἀντίδικος; ἀπεκρίνατο· ἀπὸ κώμης Καρανίδος τούτου τοῦ νομοῦ. Ἀχιλλεὺς εἶπεν· ὁ στρατηγὸς συνταξάτω τὸν ἀντίδικόν σου εἰς τὴν Ἀντινόου πέμψαι.