Ancient Greek
P.Mich. 6 397
Documentary Papyri, P.Mich. 6 397
Not analysed yet
ἔτους ιβ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν Παῦνι ιε Χαιρήμων Ἀσκλᾶ καὶ μέτοχοι ἐν κλήρῳ σιτολογίας κώμης Κερκεσούχων μεμετρήμεθα ἐν θησαυρῷ τῆς προκειμένης κώμης ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους μέτρῳ δημοσίῳ ξυστῷ ἔπαιτον Κερκεσούχων κατοίκων διὰ τῶν ἀπὸ Καρανίδος Ὡρίωνος Ἀπολιναρίου πυροῦ ἀρτάβας τέσσαρας, πυροῦ ἀρτάβας δ.