Ancient Greek
P.Mich. 6 398
Documentary Papyri, P.Mich. 6 398
Not analysed yet
ἔτους ιϛ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν Ἁθὺρ γ Πτολεμαῖος Πτολεμαίου καὶ Διόσκορος Μύσθου καὶ μέτοχοι ἐν κλήρῳ σιτολογίας κώμης Καρανίδος μεμετρήμεθα ἐν θησαυρῷ τῆς προκειμένης κώμης μέτρῳ δημοσίῳ ξυστῷ ἔπαιτον ἀπὸ γενήματος τοῦ διεληλυθότος ιε ἔτους Καρανίδος κατοίκων Ὡρίων Ἀπολιναρίου πυροῦ ἀρτάβης ἥμισυ τρίτον δωδέκατον, γίνονται πυροῦ ἀρτάβης 𐅵γ ιβ, ια ὁμοίως ὁ αὐτὸς διὰ Ἰουλίου Εὐδᾶ πυροῦ ἀρτάβην μίαν, γίνεται πυροῦ ἀρτάβη α.