Ancient Greek
428.1 to 428.11
Documentary Papyri, P.Mich. 6 428.1-11
Not analysed yet
ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ξανδικοῦ Μεχεὶρ θ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Οὐαλερία Διοδώρα θυγάτηρ Γαίου Οὐαλερίου Ἡρακλειανοῦ ὡς ἐτῶν ξ οὐλὴ γαστροκνημίᾳ δεξιᾷ καὶ φακὸς παρὰ ῥινὶ ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Λιμναίου Πεθέως τοῦ Ἁτρείους μητρὸς Σαμβοῦτος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν ξη οὐλὴ χείλει τῷ κάτω καὶ ἀντικνημίῳ ἀριστερῷ Γαίωι Ἰουλίῳ Νίγερι ἀπολυσίμῳ ἀπὸ ἱππικῆς στρατείας ἐξ ἴλης οὐετρανῆς Γαλλικῆς ὡς ἐτῶν μζ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν πεπρακέναι αὐτῷ τὴν ὁμολογοῦσαν Οὐαλερίαν Διοδώραν ὥστε αὐτῷ καὶ ἐνγόνοις αὐτοῦ καὶ τοῖς παρʼ αὐτῶν μεταλημψομένοις εἰς μετεπιγραφὴν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτῇ μητρικὴν Μενουκίας Θερμουθαρίου ἐν κώμῃ Καρανίδι οἰκίαν καὶ αὐλὰς δύο ὧν γείτονες καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν νότου τῆς ὁμολογούσης Οὐαλερίας Διοδώρας περιστερεὼν καὶ ἐπί τι μέρος εἴσοδος καὶ ἔξοδος, βορρᾶ Πεθέως Ἡρᾶ καὶ Ἡρᾶτος Πεθέως οἰκία, λιβὸς τῆς αὐτῆς ὁμολογούσης Οὐαλερίας Διοδώρας οἰκία, ἀπηλιώτου Πεθέως Ἡρᾶ τόποι καὶ ἐπί τι μέρος εἰσόδου καὶ ἐξόδου, ἐπὶ τοῖς οὖσι αὐταῖς εἰσόδοις καὶ ἐξόδοις καὶ θεμελίοις καὶ τείχεσι καὶ ἐφʼ οἷς ἄλλοις ἐπεκρατήθησαν μέχρι τοῦ νῦν δικαίοις πᾶσι, καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Οὐαλερίαν Διοδώραν παρὰ τοῦ Ἰουλίου Νίγερος τὴν συμπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς ὀκτακοσίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν αὐτήν τε τὴν ὁμολογοῦσαν Οὐαλερίαν Διοδώραν καὶ τοὺς παρʼ αὐτῆς τῷ Ἰουλίῳ Νίγερι καὶ τοῖς παρʼ αὐτοῦ τὴν πεπραμένην αὐτῷ ὡς πρόκειται οἰκίαν καὶ αὐλὰς δύο πάσῃ βεβαιώσει, ἣν καὶ παρέξεσθαι ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ καθαρὰν ἀπὸ μὲν δημοσίων ὀφειλημάτων πάντων ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ μηδένα κωλύοντα τὸν Ἰούλιον Νίγερα μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας τῆς πεπραμένης αὐτῷ ὡς πρόκειται, εἰσοδεύοντας καὶ ἐξοδεύοντας καὶ ἐνοικοῦντας καὶ ἐνοικίζοντας καὶ τὰ ἐξ αὐτῆς ἐνοίκια εἰς τὸ ἴδιον ἀποφερομένους καὶ πωλοῦντας καὶ ὑποτίθοντας ἑτέροις καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπαραποδίστως, καὶ πρὸς ταῦτα μηδὲν τὴν ὁμολογοῦσαν Οὐαλερίαν Διοδώραν μηδὲ τοὺς παρʼ αὐτῆς ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθῃ ἢ ἐνκαλέσῃ ἢ μὴ βεβαιοῖ, τὴν μὲν ἔφοδον ἢ ἔνκλησιν ἄκυρον εἶναι, ἔτι δὲ καὶ προσαποτισάτω ἥν τε εἴληφεν τιμὴν διπλῆν καὶ τὰ τέλη καὶ τὰ ἀναλώματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς τετρακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, χωρὶς τοῦ καὶ τὰ προγεγραμμένα καὶ διωμολογημένα μένειν