Ancient Greek
428.12 to 428.19
Documentary Papyri, P.Mich. 6 428.12-19
Not analysed yet
κύρια, καὶ ὁπότε ἐὰν βούληται ὁ Ἰούλιος Νίγερ ἀπογράψεται τὴν προκειμένην οἰκίαν καὶ αὐλὰς δύο διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης ἀπὸ ἀντιγράφου τῆσδε τῆς ὁμολογίας διὰ τὸ ἐπὶ τοῦ παρόντος μὴ βεβουλῆσθαι. ὑπογραφεύς . Οὐαλερία Διοδώρα θυγάτηρ Γαίου Οὐαλερίου Ἡρακλιανοῦ μετὰ κυρίου τοῦ αὐτοῦ ἀνδρὸς Λιμναίου Πεθέως τοῦ Ἁτρείους μητρὸς Σαμβοῦτος ἀπὸ κώμης Καρανίδος ὁμολογῶ πεπρακέναι τῷ Γαίῳ Ἰουλίῳ Νίγερι οὐετρανῷ τὴν ὑπάρχουσάν μοι μητρικὴν Μινουκίας Θερμουθαρίου ἐν κώμῃ Καρανίδι οἰκίαν καὶ αὐλὰς δύο ἧς αἱ γειτνίαι πρόκεινται, καὶ ἀπέχω παρὰ τοῦ Ἰουλίου Νίγερος τὴν συνπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς ὀκτακοσίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσω τῷ Ἰουλίῳ Νίγερι τὴν προκειμένην οἰκίαν καὶ αὐλὰς δύο πάσῃ βεβαιώσει καθὼς πρόκειται. Λιμναῖος Πεθέως ἔγραψα ὑπὲρ τῆς γυναικός μου βραδέα γραφούσης. Οὐαλερία Διοδώρα θυγάτηρ Γαίου Οὐαλερίου Ἡρακλιανοῦ ὁμολογῶ πεπρακέναι τῷ Ἰουλίῳ Νίγερι τὴν προκειμένην οἰκίαν καὶ αὐλὰς δύο καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς ὀκτακοσίας καὶ βεβαιώσω καθὼς πρόκειται. Γάιος Ἰούλιος Νίγερ ἀπολύσιμος ἀπὸ ἱππικῆς στρατείας ἐξ ἴλης οὐετρανῆς Γαλλικῆς γέγονε εἴς με ἡ ὁμολογία καθὼς πρόκειται. ἀναγέγραπται διὰ γραφείου Καρανίδος.