Ancient Greek
P.Mich. 8 473
Documentary Papyri, P.Mich. 8 473
Not analysed yet
Ταβεθεῦς Κλαυδίῳ Τιβεριανῶι τῷ ἀδελφῶι πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σούχῳ. ἐχάρην πῶς ἔπεμψάς μου τὸν υἱον ἕως αὐτὸν προσκυνήσω, ἀλλὰ οὐκ ε…κας αὐτὸν ἀνθρώπῳ. οὐχ εὕρηκε γὰρ Σατορνεῖλος ἅ πεποίηκα αὐτῷ. ἠγοράκαμεν τρεῖς μνᾶς λίνων καὶ ἔπεμψα αὐτάς. μή μου μέμφε ἐὰν μὴ παρέσχες Μετέλλῳ στρατιώτῃ. ἐθέλω γράψῃς περὶ φίλου· τάχα παράσχετε αὐτῷ. ἐλυπήθην πολλά. ἠδυνάμην πέμψαι σοι τὸ συνθεσίδιον ἐφέτος, οὐκ ἔπεμψα αὐτὴν διὰ πέρυσι ἀλλὰ ἔπεμψα καὶ πεπράκαμεν αὐτὰ Καβῖν διάκωνι. καταβάντες ἐκ Τῶνις οἴκοθεν ἡμῶν, εἰσελθόντες εἰς τὴν ξενίαν Σατορνείλου, βλέψας τὰ ἡμῶν ἀβάσκαντα οὐκ εὐδόκηκα αὐτὸν τὸν υἱόν μου αὐτὸν πιστεῦσαι Μηνᾷ. καὶ αὐτὸν φονεύσας εἶπέ γε ἐμοὶ μὴ πονεῖν, εἶπα Σατορνείλῳ ὅτι μὴ καθεῦδον μεριμνῶν. ὡς ἔβλαψάς με χιλίας διακοσίας δραχμάς, περίψημά μου τοῦ υἱοῦ ἀπέλθωσιν. καὶ κατέβην εἰς Ἀλεξάνδρειαν μετὰ τοῦ υἱοῦ μου. τούτου χάριν μανία αὐτὸν ἔσχηκεν, ἐπεὶ οὐκ εὐδόκηκεν αὐτὸν φαγεῖν τὰ ἐπιμήνια σὺν τοῖς παρʼ αὐτοῦ. ἐὰν ὁ θεὸς θέλῃ καὶ λάβῃς τὰ ἐπιμήνια ἃ πεποίηκά σοι, μὴ αὐτὰ …α. καὶ σύ. περὶ τῶν περυσινῶν οὐ πεποίηκα …πεποίηκε πέρυσι. ἀφίωκα αὐτὰ ἐν Ἀλεξανδρείᾳ ἕως τῆς δευτέρας ἀναγωγῆς. καὶ ἠσθένηκεν. ἐθλίβην λυπηθείς ὑπʼ αὐτοῦ, ἐχάρην ὅλως ὅτι ἔζηκεν. πεπιάκαμεν αὐτὸν παρακαλοῦντες ὅτι ἀνάγευσαι Ἀλεξανδρείας, καὶ λέγει ἡμῖν ὅτι οὐ θέλω. εὐχαριστοῦμεν τοῖς θεοῖς ὅτι ὅμοιός σού ἐστιν, οὐδεὶς δύναται αὐτὸν καταγελάσαι. ἀσπάζου τοὺς παρʼ ἐσοῦ πάντας κατʼ ὄνομα. ἐβλάβην πόσα πέρυσι διὰ Σατορνεῖλον, οὐδὲ ὠφείλησε αὐτὰ οὐδὲ ἐγώ, ἀλλὰ πάντα ἐβλάβην. ἔρρωσο. ἀπόδος …α… Τιβεριανῷ παρὰ Ταβεθεῦτος