Ancient Greek
P.Mich. 8 474
Documentary Papyri, P.Mich. 8 474
Not analysed yet
Ταβεθεῦς Κλαυδίῳ Τιβεριανῷ τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πυθομένη ὅτι παρεγένου εἰς Ἀλεξάνδρειαν λίαν ἐχάρην μετὰ τῶν ἐμῶν πάντων, καὶ ἀντίγραψόν μοι ὅτι ἐξαυτῆς παραγείνῃ πρὸς ἡμᾶς, ὅτι ὁ υἱὸς ἐν τῷ πράγματι …ν ἔμενέ σε ἀπόντος σου μέχρι σήμερον. καὶ τὰ ἕως ἄρτι καθʼ ἑκάστην ἡμέραν περιμένομέν σε μετὰ τῶν παιδίων. διό σε ἐρωτῶ ἐλθεῖν ἐξαυτῆς πρὸς ἡμᾶς· προσκυνήσομέν σε μετὰ τῶν παιδίων ἐὰν ἀνέλθῃς …ἡ θυγάτηρ σου Σεγάθιος ὑπηρετεῖ με· φρόνιμός ἐστιν καὶ …ἱκανή. καὶ ἔπεμψε Ἰσίδωρον τὸν υἱόν σου πρὸς σὲ ἵνα σου τὰ βάλτια ἐνέγκῃ σοι μετὰ στρατιωτῶν, ὅτι ἀκολουθεῖ ἡμῖν μήπως ἔλθῃ καὶ ἄλλως καὶ σοβαρῶς ἡ πλήμυρα ἐν τῷ ποταμῷ ἐπεὶ οὐ δύνομαι ἐγὼ καταλεῖψαι τὴν οἰκίαν διὰ …ἀσπάζεταί σε Ἰσίδωρος καὶ Σεβάθιος, καὶ ἡμεῖς ἀσπαζόμεθα …ν καὶ τὰ παιδία. ἐκόμιζον ἐπιστόλιον Κλαυδίου τοῦ υἱοῦ, ἐξ οὗ ἐπέγνων ὅτι μοι εὐθὺς παραγενάμενός με εἰς Ἀλεξάνδρειαν μετὰ Σεγάθιος ἀποίσεις …αντα… τὰ ἕως ἄρτι οὔπω εὐδόκηκας ἐλθεῖν.