Ancient Greek
P.Mich. 8 475
Documentary Papyri, P.Mich. 8 475
Not analysed yet
Παπίριος Ἀπολλινάριος Κλαυδίῳ Τιβεριανῷ τῷ τιμιωτάτῳ χαίρειν. πρὸ παντὸς εὔχομαί σε ὑγιαίνειν, ὑγιαίνω δὲ καὶ ʼγώ. τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι. ἔγραψάς μοι λέγων ὅτι Γάιος πέπρακέ τι. ἐρωτῶ σε οὖν, ἄδελφε, ἵνα μάθῃς τί πέπρακεν, καὶ ἀντίγραψόν μοι. καὶ περὶ Σέξτου ἤκουσα ὅτι ἀπεγένετο. γνῶθι οὖν τίς αὐτοῦ κληρονόμος ἐστὶ καὶ πότε ἡ διαθήκη αὐτοῦ ἀνοίγεται. ἀσπάζου Ζωτικὴν καὶ Κεφάλωνα καὶ τοὺς αὐτοῦ πάντας καὶ Πτολεμαῖον. ἀσπάζεται ὑμᾶς Παπειρία καὶ Ἑρμῆς καὶ Μένουθος καὶ Σεραπιάς. Κλαυδίῳ Τιβεριανῷ οὐετρανῷ παρὰ Παπειρίου Ἀπολλιναρίου.