Ancient Greek
P.Mich. 8 479
Documentary Papyri, P.Mich. 8 479
Not analysed yet
Κλαύδιος Τερεντιανὸς Κλαυδίῳ Τιβεριανῷ τῷ πατρὶ καὶ κυρίῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ εὐτυχεῖν, ὅ μοι εὐκταῖόν ἐστιν. θαυμάζω πῶς ἀναπλεύσας οὐκ ἀντέγραψάς μοι περὶ τῆς σωτηρίας σου, ἀλλὰ ἕως σήμερον ἀγωνιῶ διότι νωθρευόμενος ἀπʼ ἐμοῦ ἐξῆλθες. καλῶς οὖν ποιήσεις ταχύτερόν μοι ἀντιγράψαι περὶ τῆς σωτηρίας σου. ἀναδώσεις Ταβαθεῦτι τὴν ἐπιστολὴν τὴν τοῦ διοικητοῦ πρὸς τὸν στρατηγόν. πᾶν δὲ ποιησάτω ἀναδοῦναι αὐτὴν ταχύτερον τῷ στρατηγῷ ἵνα πρὸς τὰ γραφέντα αὐτῷ καὶ αὐτὸς ταχέως ἀντιγράψῃ. ἔμελλον καὶ ἐγὼ ἀναπλεῦσαι ἀλλὰ οὔπω τὰ μετέωρά μου ἐξέπλεξα ἕως σήμερον. καὶ ἐὰν γνῶς περὶ Νεμεσιανοῦ ποῦ διατρίβει ἀντίγραψόν μοι ἐπεὶ ἀγωνιῶμεν καὶ περὶ αὐτοῦ. ἀσπάζονταί σε οἱ ἐμοί. ἄσπασαι πάντας τοὺς φιλοῦντάς σε κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι. Κλαυδίῳ Τιβεριανῷ τῷ τιμιωτάτῳ παρὰ Κλαυδίου Τερεντιανοῦ.