Ancient Greek
P.Mich. 8 480
Documentary Papyri, P.Mich. 8 480
Not analysed yet
Κλαύδιος Τερεντιανὸς Κλαυδίωι Τιβεριανῷ τῷ πατρὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν, ὑγιαίνω δὲ καὶ αὐτός. τὸ προσκύνημά σου ποιοῦμαι καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς ἐνθάδε θεοῖς. γινώσκειν σε θέλω, κύριέ μου πατήρ, ὅτι ἕως σήμερον ἀφʼ ἧς ἐξῆλθες ἀπʼ ἐμοῦ παρεδρεύω παρὰ Αἰμίλιον αἰτῶν λόγον περὶ ἐκείνων καὶ ἐνήνοχέν μοι ἀντιλογίαν λέγων ὅτι τὰ χειρόγραφα ἐκείνου τοῦ ἀνθρώπου ἀνόμοιά ἐστιν καὶ οὐ δύναται καταχωρισθῆναι χωρὶς τοῦ ἀρχιδικαστοῦ …πον ἦν γεγραμμένα. ἔδωκα οὖν αὐτῷ …ελεστ…θη αὐτὰ ἄλλας δραχμὰς τριάκοντα δύο …λέγοντι ὅτι ἐάν μου καταγνῶς ἢ σὺ ἢ ὁ πατήρ σου …προσαπόλαβε παρʼ ἐμοῦ ὃ δέδωκάς μοι. ἐγὼ γὰρ ἄλλο ἔδωκα …μασί μου ὑπόμνημα τῷ ἀρχιδικαστῇ διʼ οὗ ἔδωκε …ὑπόμνημα. ἐλπίζω οὖν ταχὺ ἀπʼ αὐτοῦ ἀπολαβεῖν αὐτὰ τετελειωμένα καὶ διαπέμψαι …ανα…ανω…με κατηξίωσας …