Ancient Greek
P.Mich. 8 482
Documentary Papyri, P.Mich. 8 482
Not analysed yet
……ν δὲ ν…. …καὶ εἴ τι θέλεις γράψον μοι πάντα ἃ θέλεις. ἀπόκειται ἕως σήμερον τὸ κοκκούλιόν σου. καὶ πέπομφαν αὐτὸ εἰς Συρίαν ἄλλο ἅπαξ καὶ ἀνόκνως ἐνήνοχάν μοι αὐτόν. ἐρρῶσθαί σε εὔχομαι. φυλάσσω αὐτό. Πετεεῦς ὁ γράφων μοι τὴν ἐπιστολὴν ἀσπάζεται σε λίαν λίαν καὶ τὴν γυναῖκά σου καὶ τὴν θυγατέρα σου καὶ Βάσσον τὸν ἵππον σου. καὶ …γ…μι· αὐτὸς μὲν γάρ σε, ἄδελφε ἐρωτῶ σε. ἐὰν δὲ θέλῃς ἐλθεῖν καὶ λάβῃς με μετʼ ἐσοῦ ἔρχου, καὶ ὅπου ἐὰν λάβῃς με ἀκολουθήσω σοι καὶ ὡς φιλῶ σε ὁ θεὸς ἐμὲ φιλήσει. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Μεσορὴ λ Ἑλλήνων. καὶ μὴ ὀκνήσῃς γράφων ἐπιστολάς, ἐπεὶ ἐχάρην λίαν λίαν ὥς σου παραγεναμένου. ἀφʼ ἧς ἔπεμψάς μοι τὴν ἐπιστολὴν σέσωμαι.