Ancient Greek
P.Mich. 8 483
Documentary Papyri, P.Mich. 8 483
Not analysed yet
Ἰούλιος Κλήμης ἑκατοντάρχης Σωκρατίωνι τῶι τιμιωτάτωι χαίρειν. χάριν σοι ἔχω τῇ φιλανθρωπίᾳ περὶ τοῦ ἐλαίου καθὼς ἔγραψέ μοι Πτολεμαῖος παρειληφέναι αὐτό. καὶ σὺ δὲ περὶ ὧν ἐὰν χρείαν ἔχῃς γράφε μοι, εἰδὼς ὅτι ἡδέως πάντα σοι ποιῶ. ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε. ἔτους …Τραιανοῦ Ἁδριανοῦ τοῦ κυρίου Φαμενὼθ …. Σωκρατίωνι υἱῷ Ὡρείνου παρὰ Ἰουλίου Κλήμεντος λεγιῶνος κβ Δηιοτεριανῆς.