Ancient Greek
P.Mich. 8 485
Documentary Papyri, P.Mich. 8 485
Not analysed yet
Ἀμμώνιος Σαβείνωι τῶι τιμιωτάτωι πλεῖστα χαίρειν. ἔγραψέ μοι Ἀπολινάριος προσκληρωθῆναι ὑπὸ Οὐαλερίου Πείου καὶ γεγονέναι σεκούτορα αὐτοῦ, ἅμα δὲ δηλῶν ὅπως Οὐαλέριος γράψῃ αὐτῶι εὐχαριστῶν αὐτῶι καὶ ἐπιδεχόμενος τὴν γενηθεῖσαν πρὸς αὐτὸν στάσιν καὶ δεξιάν, ἵνα καὶ ὅπου ποτὲ ἐὰν ὑπάγῃ ἔχῃ αὐτὸν μεθʼ ἑαυτοῦ. διὸ παρακαλῶ σε, ἄδελφε, ἀντʼ ἐμοῦ πάλιν γενέσθαι καὶ προτρέψασθαι τὸν Οὐλέριον γράψαι τῶι Πείωι πειθόμενον τῇ ἐμῇ πίστει καὶ δεξιᾷ, ἵνα πάντοθεν ᾖς οὐ μὴ μόνον βοηθὸς τοῦ πράγματος ἀλλὰ καὶ ἀγαθὸς κυβερνήτης, υἱὸν πατρὶ χαριζόμενος. ἐὰν δέ πως …δησης χρ… ὥρας οὔσης τοῦ καταπλεῦσαι δήλωσόν μοι καὶ τάχιόν σοι ἐλεύσομαι. μέντοι πείθομαί σε μηδὲ ἓν διστάζειν ἐν τοῖς προκειμένοις. πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν. ἔρρωσό μοι, τιμιώτατε Σαβεῖνε. Ἰουλίωι Σαβείνωι σημεαφόρωι ἀπὸ Ἀμμωνίου φίλου.