Ancient Greek
P.Mich. 8 484
Documentary Papyri, P.Mich. 8 484
Not analysed yet
Ἰούλιος Κλήμης Ἀρριανῶι τῶι ἀδελφῷ χαίρειν. ἤδη σοι ταύτην τρίτην ἐπιστολὴν γράφω καὶ σύ μοι οὐδεμίαν ἀντιφώνησιν ἔπεμψας, γινώσκων ὅτι μετεωρίζομαι ἐὰν μή μοι πυκνότερα γράφῃς τὰ κατὰ σέ, καὶ δὲ πολλῶν ἐρχομένων ἀπὸ τῶν τόπων. διὸ ἐρωτῶ σε, ἄδελφε, μη…ρειν τοῦ γράφειν μοι ὑπὲρ τῆς σωτηρίας σου, ὅ μοί ἐστιν εὐχὴ παρὰ θεοῖς πᾶσι. ἐρρῶσθαί σε εὔχομαι. …Ἐπεὶφ λ ἀπόδος Ἀρριανῷ στρατιώτῃ λεγιῶνος ……ς