Ancient Greek
P.Mich. 8 490
Documentary Papyri, P.Mich. 8 490
Not analysed yet
Ἀπολλινᾶρις Ταησίῳ τῇ μητρὶ πολλὰ χαίρειν. πρὸ παντὸς ἔρρωσό μοι ὑγιαίνουσα τὸ προσκύνημά σου ποιῶν παρὰ πᾶσι τοῖς θεοῖς. καὶ ἀπὸ Κυρήνης εὑρὼν τὸν πρὸς σὲ ἐρχόμενον ἀνάγκην ἔσχον σοι δηλῶσαι περὶ τῆς σωτηρίας μου· καὶ σύ μοι ταχύτερον δήλωσον περὶ τῆς ἀπροσκοπίας σου καὶ τῆς τῶν ἀδελφῶν μου. καὶ νῦν ἀπὸ Πόρτου σοι δηλῶ, οὔπω γὰρ ἀνέβην εἰς Ῥώμην καὶ διετάγην. ἐπὰν διαταγῶ καὶ γνῶ εἰς ποίαν εἶμι εὐθέως σοι δηλῶ, καὶ σὺ δὲ μὴ ὄκνει γράφειν περὶ τῆς σωτηρίας σου καὶ τῆς τῶν ἀδελφῶν μου. ἐὰν δὲ μὴ εὕρῃς τὸν ἐρχόμενον πρὸς ἐμὲ γράψον Σωκράτει καὶ αὐτός μοι διαπέμπεται. ἀσπάζομαι πολλὰ τὰ ἀδέλφια καὶ Ἀπολινᾶριν καὶ τὰ τέκνα αὐτοῦ καὶ Καλαλᾶν καὶ τὰ τέκνα αὐτοῦ καὶ πάντας τούς σε φιλοῦντας. ἀσπάζεταί σε Ἀσκληπιάδης. ἔρρωσό μοι ὑγιαίνουσα. εἰς Πόρτον παρεγενάμην Παχὼν κε. γείνωσκε ὅτι εἰς Μεισηνοὺς διετάγην, ὕστερον γὰρ ἐπέγνων. ἀπόδος εἰς Καρανίδα Ταησίῳ ἀπὸ Ἀπολιναρίου υἱοῦ.