Ancient Greek
P.Mich. 8 491
Documentary Papyri, P.Mich. 8 491
Not analysed yet
Ἀπολινᾶρις Ταήσει τῇ μητρὶ καὶ κυρίᾳ πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ ἐγὼ αὐτὸς ὑγιαίνω καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. γινώσκειν σε θέλω, μήτηρ, ὅτι ἐρρωμένος ἐγενόμην εἰς Ῥώμην Παχὼν μηνὶ κε καὶ ἐκληρώθην εἰς Μισηνούς. οὔπω δὲ τὴν κεντυρίαν μου ἔγνων· οὐ γὰρ ἀπεληλύθειν εἰς Μισηνοὺς ὅτε σοι τὴν ἐπιστολὴν ταύτην ἔγραφον. ἐρωτῶ σε οὖν, μήτηρ, σεαυτῇ πρόσεχε, μηδὲν δίσταζε περὶ ἐμοῦ· ἐγὼ γὰρ εἰς καλὸν τόπον ἦλθον. καλῶς δὲ ποιήσεις γράψασά μοι ἐπιστολὴν περὶ τῆς σωτηρίας σου καὶ τῶν ἀδελφῶν μου καὶ τῶν σῶν πάντων. καὶ ἐγὼ εἴ τινα ἐὰν εὕρω γράφω σοι· οὐ μὴ ὀκνήσω σοι γράφειν. ἀσπάζομαι τοὺς ἀδελφούς μου πολλὰ καὶ Ἀπολινᾶριν καὶ τὰ τέκνα αὐτοῦ καὶ Καραλᾶν καὶ τὰ τέκνα αὐτοῦ. ἀσπάζομαι Πτολεμαῖν καὶ Πτολεμαείδα καὶ τὰ τέκνα αὐτῆς καὶ Ἡρακλοῦν καὶ τὰ τέκνα αὐτῆς. ἀσπάζομαι τοὺς φιλοῦντάς σε πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος εἰς Καρανίδα Ταήσει ἀπὸ Ἀπολιναρίου υἱοῦ Μισηνάτου.