Ancient Greek
P.Mich. 8 492
Documentary Papyri, P.Mich. 8 492
Not analysed yet
Ν…νᾶς Θαισαρίῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ὥραν παρὰ τῷ κυρίῳ Σαράπιδι. γινώσκειν σε θέλω, ἀδελφή, ὅτι οὐκ ἔγραψα ἐπιστολὴν Κοπροῦτι, μεταδέδωκα γὰρ αὐτῇ πάντα ἀπὸ λόγου. ὅτε ἀνέβη οὔπω πέρας ἐγεγόνει τῷ πράγματι, νῦν δὲ εὐχαριστῶ τῷ κυρίῳ Σαράπιδι, γέγονε πάντα καλῶς. οὐ δὲ αἱ ἐπιστολαὶ ἐξῆλθαν· προσδέχομαι αὐτάς. γίνωσκε ὅτι ὁ ἀδελφὸς ἡμῶν Πτολεμαῖος πέπρακε πάντα τὰ αὐτοῦ, τὸ ἐπιβάλλον αὐτῷ μέρος ἀπὸ τῶν ἀρουρῶν ὀκτὼ περὶ κώμην Σεβέννυθον Φιλοξᾶτι ἱππεῖ, καὶ ἐν τόπῳ Παμμέβει καὶ ἐν τόπῳ Πενῆ καὶ ἐν τόπῳ Τβῦνι καὶ ἐν τόπῳ Κολλαύθεως καὶ ἐν τόπῳ Ψὲνς καὶ ἐν τόπῳ Πιλιπῖτε καὶ τὸ ἐπιβάλλον αὐτῷ μέρος φοινικῶνος ἐν τόπῳ Ὄκες, ταῦτα πάντα πεπραμένα Ἡρᾶτι τῷ υἱῷ σου. καὶ ἂν νυνί, εἰ μὴ ὅτι ἐγενόμην ἐν Ἀλεξανδρίᾳ, ἤμελλεν τὰ σὰ καὶ τὰ ἐμὰ καὶ τὰ τῆς μητρὸς ἡμῶν πάντα πωλῆσαι. εὐχαριστῶ δὲ Πτολεμαίῳ τῷ ἀνδρὶ τῆς θυγατρὸς Εὑρήμονος, διʼ αὐτὸν πάντα γέγονε. ἔχρησέν μοι ὡς ἀδελφῷ. ἐὰν ὁ Σάραπις ἐπιτρέψῃ καὶ λάβω τὰς ἐπιστολὰς κατέλαβά σε. εἴρηκα καὶ Κοπροῦτι ταῦτα πάντα ἀπὸ λόγου ἵνα σοι εἴπῃ. ἐὰν εἰδῇς ὅτι ὁ κωμογραμματεὺς ἔβαλέν με εἰς χρείαν, δήλωσόν μοι ὅτι εἰς ποταπὴν χρείαν με ἔβαλε. καὶ εἴ τίς σε ἠδίκησεν δήλωσόν μοι διὰ τῆς ἐπιστολῆς τὸ ὄνομα αὐτοῦ. ἀσπάζου τὸν ἀδελφόν μου Πτολεμαῖον πολλὰ καὶ Διοδώραν καὶ Λονγεῖνον καὶ …ν καὶ Γέμελλαν καὶ τὴν μητέρα μου πολλά. ἐρρῶσθαί σε εὔχομαι. Θαισαρίῳ Ξίστι ἀπὸ Ν…νᾶτος ἀδελφοῦ.