Ancient Greek
P.Mich. 8 499
Documentary Papyri, P.Mich. 8 499
Not analysed yet
Σαβεινιανὸς Ἀπολιναρίωι τῷ ἀδελφῷ καὶ κυρίῳ πλεῖστα χαίρειν. καθʼ ἑκάστην ἡμέραν καὶ αὐτὸς ὑπὲρ τῆς σωτηρίας σου εὐχὰς ποιοῦμαι παρὰ τοῖς ἐνθάδε θεοῖς ὑπὲρ τοῦ σώζεσθαί σε εἰς μακροὺς χρόνους. πλεῖον ἢ μᾶλλον παρέχεις καὶ παρέσχες τῇ ἀδελφῇ, ὅθεν ἀνθομολογοῦμαι πᾶσαν χάριν σοι παρὰ πᾶσιν θεοῖς, ἐμαρτυρήθη γάρ μοι καὶ ὑπὸ τῆς ἀδελφῆς καὶ τῆς μητρός. πολλάκι σοι ἔγραψα, καὶ ἡ τῶν παρακομιζόντων ἀμέλεια διέβαλεν ἡμᾶς ὡς ἀμελεῖς. ὡς πάντως ἐμὲ κύριον λαμβάνῃ, παρακαλῶ προσέχειν τῇ ἀδελφῇ ἐν οἷς ἐάν σου δεηθῇ. ἀσπάζομαι Ἀβάσκαντον τὸν χρησιμώτατον καὶ τοὺς σοὺς πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πανοικεί. Μεχεὶρ ιη. Ἰουλίῳ Ἀπολιναρίωι ἀπὸ Σαβεινιανοῦ ἀδελφοῦ Ἀπολιναρίου τοῦ …