Ancient Greek
P.Mich. 8 500
Documentary Papyri, P.Mich. 8 500
Not analysed yet
Ῥούλλιος Ἰουλίῳ Ἀπολλιναρίῳ τῷ ἀδελφῷ χαίρειν. θαυμάζω πῶς ἐπιστόλιον ἡμῖν οὐκ ἔπεμψας διʼ οὗ ἡμῖν φανερὸν ποιήσῃς εἰ κατὰ τὰς εὐχὰς ἡμῶν διεσώθης καὶ τί ἄρτι πράσσεις, ἵνʼ εἰδῶμεν πῶς τὰ πραγμάτιά σου φέρεται. τὰ ἐριόξυλα τὰ λευκά, καθώς σε παρὼν παρεκάλεσα πέμψον Μένονι. ἂν μαλακὰ ἦν, εἶπε παρών σοι, πεμφθῇ ἀπὸ Ῥώμης. ἀνακομίσω ἂν ἐθέλῃς ἀναπέμψασθαι κ… …ιπινασουει…υ…οντ… ἀντίγρα…ον ἀπέπεμψά σοι ἵνα μὴ παραπέσῃ …ενεικον πολλάκι Σεμπρωνίῳ κα…ο… περισπωμεν… περὶ τὰ στρατιωτικὰ ……εστιν παρενοχλοῦν ἵνα μὴ ……ε…ομένους καὶ δυναμένους …ἐρρῶσθαι σε βούλομαι, ἄδελφε, π…α… ἄσπάζεταί σε Σιτέλκας καὶ τὰ παιδία αὐτοῦ κατʼ ὄνομα.