Ancient Greek
P.Mich. 8 506
Documentary Papyri, P.Mich. 8 506
Not analysed yet
Οὐαλεριανὸς Σωκράτει χαίρειν. ἀναγκαίως ταχὺ κατάντησον ἐνθάδε ἐπεὶ φίλος μου Αὐλίατος τὸ πρᾶγμά σοι ἀπαλλάξαι ἤδη ὑπέσχετό μοι καταντήσαντι τοῦ ἐξαιτήσασθαι αὐτό. ὅρα οὖν μὴ βραδύνῃς μήποτε ἐξάπινα ἀποπλεύσῃ Ἰούλιος. χαριεῖς καὶ τούτῳ ἐπεὶ ξένος ἄνθρωπός ἐστι. ἀσπάζεταί σε ἡ θυγάτηρ σου. ἔρρωσο. …Σωκράτει.