Ancient Greek
P.Mich. 8 507
Documentary Papyri, P.Mich. 8 507
Not analysed yet
Ἄρτεμις Σωκράτει χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν. παρεγενόμην εἰς τὴν πόλιν τῇ θ. ἐρωτῶ σε ἐὰν δυνασθῇς πέμψον μοι ἕνα ἐξ ὑμῶν ὅτι γὰρ χρείαν ἔχω ἵνα ἔκδικός μοι γίνηται, ἐπὶ γὰρ οὐκ ἔξεστι γυνῇ χωρὶς ἐκδίκου δικάσασθαι. γινώσκετε ὅτι ἐὰν βοηθήσητε σωτηρίαν ἔχει τὸ πρᾶγμα. ἵνα ἐν τάχει ἔλθῃ, μάθετε οὖν ὅτι ἐὰν βλάπτω καὶ ὑμεῖς μέλλετε βλάπτειν, ἐὰν δὲ κερδήσωμεν ὑμῶν ἐστιν τὸ πρᾶγμα. ἀσπάζομεν τὴν μητέρα ὑμῶν Θατρῆν καὶ Ἀχιλλᾶν καὶ Σαραπίωνα καὶ Πτολεμαῖον καὶ Κάστορα καὶ Τασουχάριον. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος …ἀπὸ Ἁρπακύσεως …ς