Ancient Greek
P.Mich. 8 511
Documentary Papyri, P.Mich. 8 511
Not analysed yet
Πτολεμαῖος τῷ πατρὶ χαίρειν. γινώσκειν σε θέλω καὶ τὴν μητέρα μου ὅτι σιωπητικοῦ τῆς κλίνης δραχμαὶ κδ καὶ τόπου ἄλλαι δραχμαὶ κβ. λογισάμενος οὖν ἦρκα ἀγορανομίαν ἵνα μήτε σιωπητικοῦ μήτε τόπου δῶ, ἀλλὰ καὶ διπλᾶ μέρη λαμβάνω καὶ χορηγῶ αὐτοῖς ξύλα. ἀπʼ ἐντεῦθεν οὖν φρόντισον καὶ ἐὰν ἀναβῇς λήμψῃ τὸ ναῦλον τῶν ὄνων. χρεία γάρ ἐστιν ε γόμων. ἐὰν δὲ χρεία μου ᾖ πέμψον μοι φάσιν καὶ καταβήσομαι μετὰ ἄλλων δύο φίλων ἵνα μὴ σὺ κοπιᾷς. καὶ γὰρ ἀντειπεῖν ἄνθρωπος οὐ δύναται τῷ κυρίωι Σαράπιδι. ἄλλη γὰρ δίμηνός ἐστιν ἕως τῆς κλίνης. ἐὰν δύνῃ τῷ σῷ ὄνῳ ἀνενέγκαι αὐτά ἀνένεγκον καὶ εὑρήσεις εἰς τὴν δαπάνην σου τὰς δραχμάς. ἔρρωσο.