Ancient Greek
P.Mich. 8 512
Documentary Papyri, P.Mich. 8 512
Not analysed yet
Πτολεμαῖος Ἥρωνι τῶι υἱῷ χαίρειν. μέχρι σήμερον οὐχ εὕραμεν ἀγοραστήν. ἐκχωρῶ πάντα Διδύμῳ ἐπὶ τῷ λαβεῖν με τὸ τρίτον μέρος τοῦ δανείου καὶ τῶν ἄλλων. εἰ μὴ ὅτι συνεζήτηκα τῷ Πτολεμαίῳ πάλαι ἂν ἀπηλλαγμένοι ἦμεν· ὠργίσθη γὰρ καταβάς. διὸ γράφω σοι ἵνʼ εἰδῇς. ἀσπάζου τὰ τέκνα σου καὶ πάντας τοὺς σοὺς καὶ Τάιν καὶ τὰ τέκνα αὐτῆς. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος Ἥρωνι ὁριοδείκτῃ.