Ancient Greek
P.Mich. 9 523
Documentary Papyri, P.Mich. 9 523
Not analysed yet
Τιβερίωι Κλαυδίωι Ἀνδροτίμωι στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Ἀμμωνίου τοῦ Εἰρηναίου τῶν ἀπὸ Καρανίδος δημοσίων γεωργῶν. νυκτὶ τῇ φερούσῃ εἰς τὴν δ τοῦ Μεχεὶρ τοῦ ἐνεστῶτος ιβ ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἐπιβαλόντες τινὲς λῃστρικῷ τρόπωι ἐφʼ ἃ ἔχωι ἐν πεδίωι Κερκεσούχων ἐν κλήρωι Ἁρπαήσιος τοῦ Ἡρακλήου χλωροφαγοῦντα βοικὰ κτήνηι ἀπήλασάν μου μόσχον τέλειον πυρρόχρουν. διὸ ἀξιῶ γραφῆναι τῷ τῆς Καρανίδος ἡγουμένῳ ἀναζητῆσαι σὺν ἐμοί. εὐτύχει Ἀμμώνιος Εἰρηναίου ἐπιδέδωκα τὸ προκείμενον ὑπόμνημα. ἔτους ιβ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Μεχεὶρ …