Ancient Greek
P.Mich. 9 524
Documentary Papyri, P.Mich. 9 524
Not analysed yet
Κλαυδίωι Ἀρείωι στρατηγῶι Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πετεσούχου καὶ Πετσίρεως καὶ Πνεφερῶτος τῶν τριῶν Πεθέως τῶν ἀπὸ κώμης Καρανίδος. τυγχάνομεν ἀποδεδωκότες ὑπὲρ τοῦ ἀδελφοῦ ἡμῶν Πετεσούχου νεωτέρου εἰς τὸν τῆς Καμηλιανῆς οὐσίας λόγον πυροῦ ἀρτάβας δεκαπέντε διὰ τὸ ἀφανῆ αὐτὸν γεγονέναι. διὸ ἀξιοῦμεν ἐπιτρέψαι τῷ τῆς Καρανίδος ἡγουμένῳ ὅπως τὴν ἀναζήτησιν τούτου ποιήσεται πρὸς τὸ ὑπομεῖναι τοῖς ὑπὸ αὐτοῦ ὀφειλομένοις ἡμῖν ἵνʼ ὦμεν εὐεργετημένοι. Πετεσοῦχος ὡς ἐτῶν ξε οὐλὴ δακτύλῳ δευτέρου χειρὸς ἀριστερᾶς Πετσῖρις ὡς ἐτῶν ξ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς Πνεφερῶς ὡς ἐτῶν μϛ οὐλὴ δακτύλῳ γ χειρὸς ἀριστερᾶς ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Σεβαστοῦ μηνὸς Σεβαστοῦ ιζ.