Ancient Greek
P.Mich. 9 527
Documentary Papyri, P.Mich. 9 527
Not analysed yet
Ἀπολλωνίῳ τῷ καὶ Πτολεμαίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ψεναμούνεως Πακύσεως ἀπὸ κώμης Καρανίδος. νυκτὶ τῇ εἰς τὴν κβ τοῦ ὄντος μηνὸς Φαμενὼθ ἵππος μου θήλεια σιτόχρωμος τὸ χρῶμα ἀγομένη πρὸς ποτισμὸν ἀφανὴς ἐγένετο, ὅπερ εὐθέως φανερὸν ἐποίησα τοῖς τῆς κώμης δημοσίοις. ἐπειδὴ μέχρι τούτου οὐδέπω παρέστη, ἐπιδίδωμι καὶ ἀξιῶ τὸ βιβλίδιον ἐν καταχωρισμῷ γενέσθαι εἰς τὸ εὑρεθείσης αὐτῆς μεῖναί μοι τὸν λόγον. Ψεναμοῦνις ἀμπελουργός δέδωκα. ἔτους κ… Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαμενὼθ λ.