Ancient Greek
P.Mich. 9 526
Documentary Papyri, P.Mich. 9 526
Not analysed yet
Πτολεμαίῳ Βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Θεμίστου καὶ Ἡρακλείδου διαδεχομένῳ καὶ τὴν στρατηγίαν τῆς Ἡρακλείδου μερίδος παρὰ Οὐαλερίας Νειλοῦτος θυγατρὸς Γαίου Οὐαλερίου Μαξίμου Ἀντινοέως διὰ φροντιστοῦ Σερήνου υἱοῦ Μάρκου Σεμπρωνίου Κορνηλιανοῦ καὶ αὐτοῦ Ἀντινοέως. ἔχουσα πρὸς Χαιρήμονα Πεθέως ἀπὸ κώμης Καρανίδος περὶ οὗ παρορίσας ἐμέ τε καὶ ἀδελφήν μου Οὐαλερίαν Σαραπιάδα ἀφήλικα ἀντιλαμβάνεται ἐδάφους ἡμῶν ἐπʼ ἀρούρης ἥμισυ ἐν πεδίοις τῆς αὐτῆς Καρανίδος ἐν τόπῳ ἐπικαλουμένῳ Κοιλάδι ἐξ οὗ οὐκ ὀλίγα κατʼ ἔτος εἰς ἴδιον ἀποφέρεται, καὶ τῶν κατʼ αὐτὸν δεομένων τῆς τοῦ λαμπροτάτου ἡγεμόνος Σεμπρωνίου Λιβερᾶλις διαγνώσεως ἀξιῶ τούτου τὸ ἴσον διʼ ὑπηρέτου μεταδοθῆναι αὐτῶι ἵνʼ ἔχων ἔνγραπτον παραγγελίαν παραγένηται ὅπου ἐὰν ὁ τοῦ νομοῦ διαλογισμὸς ἢ δικαιοδοσία ποιῆται ἀρκουμένου μου τῇδε τῇ διαστολῇ. ἔτους ιη Ἀντωνείνου τοῦ κυρίου Φαμενὼθ ζ. …μεταδέδωκα ἐνωπίῳ …